Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,
  2. πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς
  3. μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.
  4. αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν
  5. ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης,
  6. ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι
  7. λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν
  8. Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν
  9. Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι.
  10. Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,
  11. βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,
  12. ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
  13. ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν.
  14. αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,
  15. βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο,
  16. ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·
  17. πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
  18. ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο,
  19. οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.
  20. αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
  21. εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
  22. ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
  23. οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,
  24. ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·
  25. βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο
  26. ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.
  27. ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
  28. ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει,