Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.
  2. ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ
  3. οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.
  4. αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν
  5. δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,
  6. λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.