Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
  2. παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
  3. οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
  4. ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
  5. Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
  6. οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.
  7. ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ
  8. οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.
  9. αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν