Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
  2. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  3. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  4. ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ,
  5. ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων·
  6. πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.
  7. ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.
  8. οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται,
  9. ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.