Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
  2. ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
  3. παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
  4. οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
  5. ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
  6. Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
  7. οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.
  8. ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ
  9. οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.