Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε
  2. εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
  3. ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
  4. παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
  5. οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
  6. ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
  7. Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
  8. οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.
  9. ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ
  10. οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.
  11. αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν
  12. δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,
  13. λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.
  14. κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν
  15. Δημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι
  16. πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,
  17. πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς
  18. μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.
  19. αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν
  20. ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης,
  21. ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι
  22. λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν
  23. Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν
  24. Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι.
  25. Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,
  26. βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,
  27. ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
  28. ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν.
  29. αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,
  30. βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο,
  31. ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·
  32. πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
  33. ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο,
  34. οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.
  35. αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
  36. εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
  37. ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
  38. οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,
  39. ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·
  40. βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο
  41. ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.
  42. ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
  43. ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει,
  44. ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·