ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰςνείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳεἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισιδαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖνΖεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τεεἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισινοἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλωνναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειανοἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.