Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.
  2. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  3. Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
  4. ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις,
  5. ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,
  6. χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
  7. νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,
  8. ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·
  9. ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ
  10. εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι
  11. δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,
  12. ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν
  13. Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.
  14. οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,