πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροιἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳδήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆραςἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλωνἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃΦαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθηνκύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆαἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.