Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·
  2. πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
  3. ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
  4. ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
  5. οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
  6. δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.
  7. τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,
  8. ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
  9. ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
  10. οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,
  11. οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
  12. τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας
  13. ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων
  14. ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
  15. δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
  16. οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
  17. Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην
  18. κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
  19. ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.
  20. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  21. Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
  22. ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις,
  23. ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,
  24. χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
  25. νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,
  26. ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·
  27. ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ
  28. εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι
  29. δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,
  30. ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν
  31. Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.
  32. οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
  33. ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,
  34. αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε
  35. εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
  36. ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
  37. παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
  38. οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
  39. ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
  40. Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
  41. οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.
  42. ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ
  43. οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.
  44. αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν
  45. δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,
  46. λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.
  47. κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν
  48. Δημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι
  49. πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,
  50. πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς
  51. μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.
  52. αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν
  53. ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης,
  54. ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι
  55. λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν
  56. Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν
  57. Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι.
  58. Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,
  59. βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,
  60. ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
  61. ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν.
  62. αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,
  63. βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο,
  64. ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·
  65. πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
  66. ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο,
  67. οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.
  68. αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
  69. εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
  70. ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
  71. οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,
  72. ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·
  73. βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο
  74. ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.
  75. ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
  76. ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει,
  77. ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  78. δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες·
  79. οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη
  80. οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.
  81. ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
  82. τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ
  83. τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,
  84. οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.
  85. καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.
  86. ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,
  87. αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·
  88. Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.
  89. βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·