Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
  • δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,
  • ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
  • πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.
  • ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;
  • ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
  • ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων
  • δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.
  • τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,
  • ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
  • πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·
  • εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·
  • πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
  • ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
  • ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
  • οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
  • δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.