Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
- τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
- δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,
- ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
- πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.
- ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;
- ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
- ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων
- δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.
- τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,
- ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
- πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·
- εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·
- πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
- ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
- ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
- οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
- δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.
- τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,
- ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
- ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
- οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,
- οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
- τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας
- ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων
- ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
- δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
- οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
- Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην
- κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
- ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
- Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
- ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις,
- ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,
- χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
- νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,
- ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·
- ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ
- εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι
- δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,
- ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν
- Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.
- οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
- ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,
- αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε
- εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
- ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,