Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  2. χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.
  3. καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·
  4. τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον
  5. ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
  6. τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
  7. δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,
  8. ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
  9. πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.
  10. ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;
  11. ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
  12. ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων
  13. δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.