Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.
  2. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  3. χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.
  4. καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·
  5. τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον
  6. ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
  7. τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,