Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,
- ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·
- οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.
- ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
- χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.
- καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·
- τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον
- ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
- τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
- δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,
- ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
- πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.
- ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;
- ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
- ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων
- δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.
- τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,
- ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
- πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·
- εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·
- πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
- ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
- ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
- οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
- δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.
- τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,
- ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
- ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
- οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,
- οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
- τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας
- ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων
- ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
- δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
- οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
- Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην
- κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
- ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
- Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
- ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις,
- ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,
- χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
- νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,
- ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·
- ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ
- εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι
- δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,
- ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν
- Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.
- οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
- ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,
- αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε
- εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
- ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
- παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
- οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
- ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
- Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
- οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.
- ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ
- οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.
- αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν
- δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,
- λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.
- κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν
- Δημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι
- πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,
- πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς
- μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.
- αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν
- ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης,
- ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι
- λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν
- Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν
- Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι.
- Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,
- βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,
- ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
- ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν.
- αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,
- βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο,
- ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·
- πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
- ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο,
- οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.
- αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
- εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
- ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
- οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,
- ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·
- βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο
- ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.
- ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
- ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει,
- ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες·
- οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη
- οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.
- ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
- τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ
- τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,
- οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.
- καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.
- ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,
- αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·
- Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.
- βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·
- ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·
- σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν·
- Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
- δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
- ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
- αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,
- οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε
- ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
- ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
- ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι
- εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.
- οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως
- καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω
- εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
- εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
- ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
- οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.
- ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·
- ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης
- Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.
- θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
- ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·
- ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
- τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.
- ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
- οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,
- ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα
- ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
- χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
- Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
- Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,
- ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς
- εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;
- τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης·
- αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·
- δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,
- ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,
- αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.
- ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.
- οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ
- Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
- τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.
- τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·
- μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·
- δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.