Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  2. καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα
  3. ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,
  4. ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·
  5. οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.
  6. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  7. χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.
  8. καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·
  9. τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον
  10. ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
  11. τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
  12. δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,
  13. ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
  14. πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.
  15. ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;
  16. ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
  17. ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων