Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.
  2. ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον
  3. μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
  4. ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
  5. τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,
  6. βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ
  7. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,
  8. λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων