Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
  2. ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·
  3. θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.
  4. ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον
  5. μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
  6. ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
  7. τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,
  8. βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ
  9. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,
  10. λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων
  11. ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη
  12. ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·