Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω
  2. ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.
  3. νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην
  4. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
  5. ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·
  6. θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.
  7. ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον
  8. μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
  9. ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.