Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως
  2. οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.
  3. ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν
  4. εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,
  5. ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω
  6. ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.
  7. νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην
  8. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
  9. ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·
  10. θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.
  11. ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον
  12. μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
  13. ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
  14. τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,
  15. βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ
  16. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,
  17. λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων
  18. ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη
  19. ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  20. καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα
  21. ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,
  22. ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·
  23. οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.
  24. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  25. χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.
  26. καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·
  27. τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον
  28. ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
  29. τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
  30. δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,
  31. ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
  32. πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.
  33. ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;
  34. ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
  35. ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων
  36. δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.
  37. τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,
  38. ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
  39. πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·
  40. εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·
  41. πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
  42. ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
  43. ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
  44. οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
  45. δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.
  46. τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,
  47. ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
  48. ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
  49. οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,
  50. οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
  51. τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας
  52. ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων
  53. ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
  54. δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
  55. οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
  56. Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην
  57. κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
  58. ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.
  59. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  60. Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
  61. ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις,
  62. ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,
  63. χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
  64. νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,
  65. ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·
  66. ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ
  67. εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι
  68. δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,
  69. ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν
  70. Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.
  71. οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
  72. ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,
  73. αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε
  74. εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
  75. ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
  76. παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
  77. οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
  78. ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
  79. Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
  80. οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.
  81. ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ
  82. οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.
  83. αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν
  84. δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,
  85. λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.
  86. κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν
  87. Δημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι
  88. πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,
  89. πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς
  90. μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.
  91. αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν
  92. ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης,
  93. ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι
  94. λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν
  95. Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν
  96. Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι.
  97. Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,
  98. βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,
  99. ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
  100. ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν.
  101. αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,
  102. βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο,
  103. ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·
  104. πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
  105. ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο,
  106. οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.
  107. αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
  108. εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
  109. ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.