ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸντερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύειαἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλωςοὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισινεἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίωἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην