Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.
  • ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,
  • ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν
  • τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει
  • αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,
  • ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
  • ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,
  • ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,
  • ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως