Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,
  2. ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,
  3. ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,
  4. φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
  5. κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.
  6. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  7. ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.
  8. οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν
  9. ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.