Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην·
  2. οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω
  3. ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,
  4. ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,
  5. ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,
  6. φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
  7. κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.