Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
  2. ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.
  3. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην·
  4. οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω
  5. ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,
  6. ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,
  7. ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,
  8. φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
  9. κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.
  10. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  11. ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.
  12. οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν
  13. ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.
  14. ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,
  15. ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν
  16. τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει
  17. αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,
  18. ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
  19. ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,
  20. ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,
  21. ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως
  22. οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.
  23. ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν
  24. εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,
  25. ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω
  26. ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.
  27. νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην
  28. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
  29. ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·
  30. θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.
  31. ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον
  32. μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
  33. ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
  34. τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,
  35. βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ
  36. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,
  37. λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων
  38. ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη
  39. ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  40. καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα
  41. ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,
  42. ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·
  43. οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.
  44. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  45. χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.
  46. καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·
  47. τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον
  48. ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
  49. τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
  50. δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,
  51. ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
  52. πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.
  53. ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;
  54. ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
  55. ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων
  56. δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.
  57. τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,
  58. ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
  59. πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·
  60. εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·
  61. πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
  62. ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
  63. ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
  64. οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
  65. δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.
  66. τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,
  67. ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
  68. ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
  69. οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,
  70. οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
  71. τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας
  72. ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων
  73. ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
  74. δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
  75. οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ