Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
- νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
- ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.
- τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην·
- οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω
- ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,
- ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,
- ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,
- φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
- κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
- ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.
- οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν
- ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.
- ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,
- ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν
- τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει
- αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,
- ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
- ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,
- ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,
- ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως
- οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.
- ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν
- εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,
- ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω
- ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.
- νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην
- ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
- ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·
- θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.
- ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον
- μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
- ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
- τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,
- βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ
- Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,
- λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων
- ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη
- ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα
- ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,
- ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·
- οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.
- ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
- χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.
- καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·
- τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον
- ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
- τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
- δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,
- ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
- πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.
- ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;