Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  2. καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι
  3. ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες
  4. υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη
  5. θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις
  6. καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,
  7. ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο
  8. δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους
  9. πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος.