Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.
  2. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
  3. Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
  4. αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.
  5. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,
  6. στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·
  7. δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,
  8. εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·