Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν
- αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης
- δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·
- οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
- ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.
- τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
- Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
- αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.
- αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,
- στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·
- δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,
- εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·
- οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,
- ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.
- ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.
- σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη
- νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;
- κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,
- ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
- νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
- ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.
- τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην·
- οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω
- ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,
- ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,
- ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,
- φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
- κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
- ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.
- οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν
- ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.
- ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,
- ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν
- τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει
- αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,
- ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
- ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,
- ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,