Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν
  2. αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης
  3. δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·
  4. οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
  5. ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.
  6. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
  7. Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.