Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·
- τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
- ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·
- δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,
- πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.
- αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,
- τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·
- δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλον
- οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,
- μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν
- αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης
- δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·
- οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
- ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.
- τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
- Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
- αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.