Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,
  2. τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.
  3. οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·
  4. τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
  5. ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·
  6. δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,
  7. πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.
  8. αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,
  9. τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·