Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,
  2. Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
  3. πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.
  4. ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,
  5. Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.
  6. οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.
  7. τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες
  8. καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·
  9. τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·
  10. ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,
  11. τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.
  12. οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·
  13. τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
  14. ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·
  15. δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,
  16. πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.
  17. αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,
  18. τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·
  19. δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλον
  20. οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,
  21. μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν
  22. αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης
  23. δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·
  24. οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
  25. ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.
  26. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
  27. Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
  28. αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.
  29. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,
  30. στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·
  31. δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,
  32. εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·
  33. οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,
  34. ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.
  35. ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.
  36. σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη
  37. νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.
  38. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  39. Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;
  40. κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,
  41. ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
  42. νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
  43. ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.
  44. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην·
  45. οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω
  46. ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,
  47. ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,
  48. ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,
  49. φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
  50. κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.
  51. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  52. ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.
  53. οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν
  54. ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.
  55. ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,
  56. ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν
  57. τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει
  58. αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,
  59. ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
  60. ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,
  61. ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,
  62. ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως
  63. οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.
  64. ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν
  65. εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,
  66. ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω
  67. ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.
  68. νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην
  69. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
  70. ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·
  71. θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.
  72. ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον
  73. μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
  74. ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
  75. τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,
  76. βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ
  77. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,
  78. λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων
  79. ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη
  80. ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  81. καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα
  82. ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,
  83. ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·
  84. οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.
  85. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  86. χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.
  87. καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·
  88. τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον
  89. ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
  90. τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
  91. δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,
  92. ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
  93. πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.
  94. ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;
  95. ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
  96. ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων
  97. δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.
  98. τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,
  99. ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
  100. πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·
  101. εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·
  102. πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
  103. ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
  104. ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
  105. οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
  106. δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.
  107. τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,
  108. ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
  109. ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
  110. οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,
  111. οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
  112. τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας
  113. ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων
  114. ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
  115. δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
  116. οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
  117. Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην
  118. κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
  119. ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.
  120. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  121. Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
  122. ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις,
  123. ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,
  124. χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
  125. νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,
  126. ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·
  127. ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ
  128. εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι
  129. δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,
  130. ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν
  131. Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.
  132. οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
  133. ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,
  134. αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε
  135. εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
  136. ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
  137. παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
  138. οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
  139. ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
  140. Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
  141. οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.
  142. ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ
  143. οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.
  144. αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν
  145. δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,
  146. λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.
  147. κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν
  148. Δημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι
  149. πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,
  150. πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς
  151. μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.
  152. αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν
  153. ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης,
  154. ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι
  155. λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν
  156. Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν
  157. Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι.
  158. Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,
  159. βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,
  160. ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
  161. ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν.
  162. αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,
  163. βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο,
  164. ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·
  165. πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
  166. ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο,
  167. οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.
  168. αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
  169. εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
  170. ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
  171. οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,
  172. ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·
  173. βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο
  174. ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.
  175. ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
  176. ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει,
  177. ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  178. δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες·
  179. οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη
  180. οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.
  181. ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
  182. τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ
  183. τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,
  184. οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.
  185. καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.
  186. ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,
  187. αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·
  188. Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.
  189. βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·
  190. ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·
  191. σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν·
  192. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
  193. δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
  194. ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
  195. αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,
  196. οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε
  197. ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
  198. ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
  199. ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι
  200. εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.
  201. οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως
  202. καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω
  203. εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
  204. εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
  205. ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
  206. οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.
  207. ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·
  208. ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης
  209. Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.
  210. θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
  211. ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·
  212. ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
  213. τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.
  214. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  215. οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,
  216. ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα
  217. ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
  218. χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει.
  219. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  220. Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  221. Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,
  222. ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς
  223. εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;
  224. τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης·
  225. αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·
  226. δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,
  227. ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,
  228. αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.
  229. ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.
  230. οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ
  231. Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.
  232. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  233. λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
  234. τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.
  235. τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·
  236. μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·
  237. δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
  238. πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,
  239. εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;
  240. τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
  241. Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
  242. οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.
  243. τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
  244. οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.
  245. ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.
  246. τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,
  247. αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,
  248. ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,
  249. ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.
  250. ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
  251. ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
  252. ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.
  253. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  254. τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
  255. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
  256. Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
  257. μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.
  258. οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
  259. πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
  260. τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
  261. ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς
  262. ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.
  263. αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο,
  264. ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
  265. ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι
  266. ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.
  267. δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·
  268. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  269. ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,
  270. ἠδʼ ἄρʼ ἑτοῖμα τέτυκτο· σέβας μʼ ἔχει εἰσορόωντα.
  271. ὣς φάτο, γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο,
  272. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  273. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
  274. ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.
  275. ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.
  276. δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες
  277. ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός·
  278. τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα
  279. καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.
  280. αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶν
  281. ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.
  282. Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι
  283. καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.
  284. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον,
  285. δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
  286. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
  287. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  288. τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.
  289. δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη
  290. ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
  291. ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.
  292. ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον
  293. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  294. χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται
  295. δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
  296. σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι
  297. δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.
  298. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  299. καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
  300. μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
  301. τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.
  302. ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
  303. δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.
  304. καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·
  305. δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
  306. μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.
  307. τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο,
  308. ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.
  309. δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·
  310. δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, ἥ τις ἀρίστη·
  311. ἐν δʼ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.
  312. ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ,
  313. ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάντα
  314. δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν,
  315. δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.
  316. καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,
  317. χρύσεον, ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντα
  318. σπένδῃ ἐνὶ μεγάρῳ Διί τʼ ἄλλοισίν τε θεοῖσιν.
  319. ὣς ἔφατʼ, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν
  320. ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.
  321. αἱ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,
  322. ἔν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.
  323. γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·
  324. τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν
  325. ἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα,
  326. ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·
  327. ἐν δʼ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,
  328. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  329. αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλον,
  330. μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε
  331. εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.
  332. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,
  333. αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν
  334. ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη·
  335. αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει
  336. ἔς ῥʼ ἀσάμινθον βάνθʼ· ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ
  337. θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,
  338. ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.
  339. τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.
  340. τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  341. ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,
  342. ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας
  343. ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα
  344. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  345. θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,
  346. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  347. χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι γαίῃ
  348. μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις.
  349. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
  350. Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,
  351. οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,
  352. οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·
  353. τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην
  354. αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη.
  355. ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα·
  356. οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον.
  357. κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
  358. Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν
  359. μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.
  360. δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,
  361. νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,
  362. ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή·
  363. κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν,
  364. Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ·
  365. πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
  366. τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας
  367. οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.
  368. ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν
  369. ἥρῳ Δημοδόκῳ· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ.
  370. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  371. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  372. δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·
  373. Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων.
  374. ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων·
  375. λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,
  376. ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί,
  377. ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.
  378. ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον
  379. δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,
  380. ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς
  381. ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν.
  382. αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,
  383. αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,
  384. ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.
  385. ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν,
  386. ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν
  387. βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,
  388. Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα
  389. ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·
  390. αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.
  391. ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον
  392. ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,
  393. ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,
  394. ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,
  395. ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,
  396. τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·
  397. αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ
  398. δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι
  399. Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
  400. ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν
  401. ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.
  402. ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,
  403. αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο
  404. βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.
  405. κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα
  406. νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.
  407. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  408. τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.
  409. ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,
  410. ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,
  411. ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·
  412. ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα
  413. ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε
  414. κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους
  415. εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·
  416. τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·
  417. ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.
  418. ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
  419. Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,
  420. ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
  421. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  422. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  423. Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·
  424. οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.
  425. ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,
  426. ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο
  427. ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.
  428. ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,
  429. ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·
  430. εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,
  431. πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.
  432. ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται
  433. ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.
  434. τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν
  435. ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.
  436. εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε
  437. ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.
  438. οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,
  439. οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,
  440. ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.
  441. εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,
  442. ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·
  443. οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,
  444. οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·
  445. ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,
  446. καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς
  447. ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν
  448. ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν
  449. οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.
  450. ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα
  451. Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
  452. ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
  453. φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα
  454. ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ
  455. ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
  456. ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν
  457. ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·
  458. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  459. ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας
  460. ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας,
  461. ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  462. οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
  463. εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ
  464. Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.
  465. τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον
  466. ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.
  467. ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ
  468. ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα
  469. κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν;
  470. ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,
  471. ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων
  472. γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.
  1. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  2. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  3. ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
  4. τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
  5. οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι
  6. ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,
  7. δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ
  8. ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
  9. σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων
  10. οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·
  11. τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
  12. σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα
  13. εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·
  14. τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;
  15. κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.
  16. νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς
  17. εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ
  18. ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.
  19. εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
  20. ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.
  21. ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ
  22. Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι
  23. πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,
  24. Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
  25. αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται
  26. πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,
  27. τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε
  28. ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.
  29. ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων,
  30. ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·
  31. ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν
  32. Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·
  33. ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.
  34. ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων
  35. γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον
  36. γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.
  37. εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω,
  38. ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.
  39. Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,
  40. Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς·
  41. ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες
  42. δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
  43. ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας
  44. ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.
  45. ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα
  46. ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς·
  47. τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,
  48. οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,
  49. ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων
  50. ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.
  51. ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,
  52. ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη
  53. ἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν.
  54. στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,
  55. βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
  56. ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
  57. τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.
  58. ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε,
  59. καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.
  60. ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι
  61. ὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.
  62. ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
  63. ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
  64. οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,
  65. πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,
  66. οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.
  67. νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς
  68. λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
  69. γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
  70. αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν
  71. τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.
  72. καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,
  73. αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.
  74. ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ
  75. κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
  76. ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,
  77. ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες
  78. ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.
  79. καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν·
  80. ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν
  81. καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.
  82. ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν
  83. πόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν
  84. γαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν.
  85. ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,
  86. αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
  87. αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,
  88. δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,
  89. οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες
  90. ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.
  91. οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν·
  92. οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρον
  93. ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.
  94. τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,
  95. οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,
  96. ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισι
  97. λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.
  98. τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,
  99. νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.
  100. αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
  101. σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,
  102. μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.
  103. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
  104. ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  105. ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·
  106. Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων
  107. ἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν
  108. οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,
  109. ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,
  110. πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσιν
  111. οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.
  112. τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,
  113. ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
  114. ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος
  115. παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.
  116. νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,
  117. γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ,
  118. ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν
  119. ἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,
  120. οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕλην
  121. ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.
  122. οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν,
  123. ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα
  124. ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.
  125. οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,
  126. οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν
  127. νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα
  128. ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ
  129. ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·
  130. οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.
  131. οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·
  132. ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθας
  133. ὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν.
  134. ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶ
  135. εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας.
  136. ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν,
  137. οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι,
  138. ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέων
  139. θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.
  140. αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,
  141. κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν.
  142. ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν
  143. νύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι·
  144. ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη
  145. οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.
  146. ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,
  147. οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον
  148. εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.
  149. κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,
  150. ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·
  151. ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
  152. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  153. νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν.
  154. ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
  155. αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.
  156. αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους
  157. εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες
  158. βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην.
  159. νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην
  160. ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ.
  161. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  162. ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
  163. οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,
  164. ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι
  165. ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες.
  166. Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,
  167. καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν.
  168. ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
  169. δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  170. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  171. καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·
  172. ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες ἑταῖροι·
  173. αὐτὰρ ἐγὼ σὺν νηί τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν
  174. ἐλθὼν τῶνδʼ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν,
  175. ἤ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  176. ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
  177. ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δʼ ἑταίρους
  178. αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
  179. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
  180. ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  181. ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς ἐόντα,
  182. ἔνθα δʼ ἐπʼ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,
  183. ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰ
  184. μῆλʼ, ὄιές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δʼ αὐλὴ
  185. ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι
  186. μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.
  187. ἔνθα δʼ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα
  188. οἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετʼ ἄλλους
  189. πωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.
  190. καὶ γὰρ θαῦμʼ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει
  191. ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι
  192. ὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπʼ ἄλλων.
  193. δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
  194. αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,
  195. αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστους
  196. βῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο
  197. ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός,
  198. ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,
  199. οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʼ ἠδὲ γυναικὶ
  200. ἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι
  201. Φοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα·
  202. χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα,
  203. δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα
  204. οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας
  205. ἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸν
  206. ἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ,
  207. ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη.
  208. τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,
  209. ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα
  210. χεῦʼ, ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει
  211. θεσπεσίη· τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.
  212. τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα
  213. κωρύκῳ· αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ
  214. ἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,
  215. ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας.
  216. καρπαλίμως δʼ εἰς ἄντρον ἀφικόμεθʼ, οὐδέ μιν ἔνδον
  217. εὕρομεν, ἀλλʼ ἐνόμευε νομὸν κάτα πίονα μῆλα.
  218. ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.
  219. ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ
  220. ἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασται
  221. ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,
  222. χωρὶς δʼ αὖθʼ ἕρσαι. ναῖον δʼ ὀρῷ ἄγγεα πάντα,
  223. γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν.
  224. ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιν
  225. τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα
  226. καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας
  227. σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ·
  228. ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν,
  229. ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.
  230. οὐδʼ ἄρʼ ἔμελλʼ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι.
  231. ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ
  232. τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον
  233. ἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δʼ ὄβριμον ἄχθος
  234. ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,
  235. ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν·
  236. ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ ἐς μυχὸν ἄντρου.
  237. αὐτὰρ ὅ γʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
  238. πάντα μάλʼ ὅσσʼ ἤμελγε, τὰ δʼ ἄρσενα λεῖπε θύρηφιν,
  239. ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς.
  240. αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,
  241. ὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσʼ ἄμαξαι
  242. ἐσθλαὶ τετράκυκλοι ἀπʼ οὔδεος ὀχλίσσειαν·
  243. τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.
  244. ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
  245. πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
  246. αὐτίκα δʼ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος
  247. πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν,
  248. ἥμισυ δʼ αὖτʼ ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη
  249. πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη.
  250. αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
  251. καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δʼ ἡμέας·
  252. ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
  253. ἦ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε,
  254. οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται
  255. ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
  256. ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον ἦτορ,
  257. δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον.
  258. ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·
  259. ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ
  260. παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,
  261. οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα
  262. ἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.
  263. λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι,
  264. τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί·
  265. τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς
  266. πολλούς. ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα
  267. ἱκόμεθʼ, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως
  268. δοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν.
  269. ἀλλʼ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν,
  270. Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε,
  271. ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
  272. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·
  273. νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,
  274. ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι·
  275. οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν
  276. οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·
  277. οὐδʼ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην
  278. οὔτε σεῦ οὔθʼ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι.
  279. ἀλλά μοι εἴφʼ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα,
  280. ἤ που ἐπʼ ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω.
  281. ὣς φάτο πειράζων, ἐμὲ δʼ οὐ λάθεν εἰδότα πολλά,
  282. ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι·
  283. νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων
  284. πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,
  285. ἄκρῃ προσπελάσας· ἄνεμος δʼ ἐκ πόντου ἔνεικεν·
  286. αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.
  287. ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο νηλέι θυμῷ,
  288. ἀλλʼ ὅ γʼ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,
  289. σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ
  290. κόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.
  291. τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον·
  292. ἤσθιε δʼ ὥς τε λέων ὀρεσίτροφος, οὐδʼ ἀπέλειπεν,
  293. ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.
  294. ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας,
  295. σχέτλια ἔργʼ ὁρόωντες, ἀμηχανίη δʼ ἔχε θυμόν.
  296. αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν
  297. ἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων,
  298. κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων.
  299. τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν
  300. ἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,
  301. οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,
  302. χείρʼ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν.
  303. αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθʼ αἰπὺν ὄλεθρον·
  304. οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων
  305. χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.
  306. ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
  307. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  308. καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,
  309. πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
  310. αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
  311. σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.
  312. δειπνήσας δʼ ἄντρου ἐξήλασε πίονα μῆλα,
  313. ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειτα
  314. ἂψ ἐπέθηχʼ, ὡς εἴ τε φαρέτρῃ πῶμʼ ἐπιθείη.
  315. πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα
  316. Κύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,
  317. εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.
  318. ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
  319. Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,
  320. χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη
  321. αὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες
  322. ὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,
  323. φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα·
  324. τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.
  325. τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς
  326. καὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·
  327. οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰς
  328. ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.
  329. καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,
  330. ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·
  331. αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,
  332. ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας
  333. τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.
  334. οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,
  335. τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.
  336. ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.
  337. αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
  338. πάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,
  339. ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.
  340. αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,
  341. ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
  342. πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
  343. αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
  344. σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.
  345. καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,
  346. κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·
  347. Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα,
  348. ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει
  349. ἡμετέρη. σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσας
  350. οἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτʼ ἀνεκτῶς.
  351. σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο
  352. ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;
  353. ὣς ἐφάμην, ὁ δʼ ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δʼ αἰνῶς
  354. ἡδὺ ποτὸν πίνων καὶ μʼ ᾔτεε δεύτερον αὖτις·
  355. δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲ
  356. αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς·
  357. καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα
  358. οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει·
  359. ἀλλὰ τόδʼ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.
  360. ὣς φάτʼ, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον.
  361. τρὶς μὲν ἔδωκα φέρων, τρὶς δʼ ἔκπιεν ἀφραδίῃσιν.
  362. αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,
  363. καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι·
  364. Κύκλωψ, εἰρωτᾷς μʼ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ τοι
  365. ἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης.
  366. Οὖτις ἐμοί γʼ ὄνομα· Οὖτιν δέ με κικλήσκουσι
  367. μήτηρ ἠδὲ πατὴρ ἠδʼ ἄλλοι πάντες ἑταῖροι.
  368. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·
  369. Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν,
  370. τοὺς δʼ ἄλλους πρόσθεν· τὸ δέ τοι ξεινήιον ἔσται.
  371. ἦ καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα
  372. κεῖτʼ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος
  373. ᾕρει πανδαμάτωρ· φάρυγος δʼ ἐξέσσυτο οἶνος
  374. ψωμοί τʼ ἀνδρόμεοι· ὁ δʼ ἐρεύγετο οἰνοβαρείων.
  375. καὶ τότʼ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς,
  376. ἧος θερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρους
  377. θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.
  378. ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν
  379. ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς,
  380. καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροι
  381. ἵσταντʼ· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.
  382. οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ,
  383. ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶς
  384. δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ
  385. τρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντι
  386. ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.
  387. ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες
  388. δινέομεν, τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα.
  389. πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ
  390. γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.
  391. ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον
  392. εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα
  393. φαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν
  394. ὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.
  395. σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη,
  396. ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ ὁ μοχλὸν
  397. ἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.
  398. τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,
  399. αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶς
  400. ᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας.
  401. οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,
  402. ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι·
  403. τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ ἐβόησας
  404. νύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;
  405. ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;
  406. ἦ μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;
  407. τοὺς δʼ αὖτʼ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος·
  408. ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.
  409. οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον·
  410. εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα,
  411. νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι,
  412. ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.
  413. ὣς ἄρʼ ἔφαν ἀπιόντες, ἐμὸν δʼ ἐγέλασσε φίλον κῆρ,
  414. ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.
  415. Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι
  416. χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων,
  417. αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,
  418. εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε·
  419. οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι.
  420. αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο,
  421. εἴ τινʼ ἑταίροισιν θανάτου λύσιν ἠδʼ ἐμοὶ αὐτῷ
  422. εὑροίμην· πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον
  423. ὥς τε περὶ ψυχῆς· μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.
  424. ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
  425. ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι,
  426. καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες·
  427. τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν,
  428. τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς,
  429. σύντρεις αἰνύμενος· ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε,
  430. τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.
  431. τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον· αὐτὰρ ἐγώ γε—
  432. ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων,
  433. τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶς
  434. κείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο
  435. νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.
  436. ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
  437. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  438. καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα,
  439. θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς·
  440. οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δʼ ὀδύνῃσι κακῇσι
  441. τειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶτα
  442. ὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν,
  443. ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο.
  444. ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε
  445. λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι.
  446. τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος·
  447. κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων
  448. ὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,
  449. ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίης
  450. μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις,
  451. πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι
  452. ἑσπέριος· νῦν αὖτε πανύστατος. ἦ σύ γʼ ἄνακτος
  453. ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε
  454. σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ,
  455. Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον.
  456. εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο
  457. εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει·
  458. τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ
  459. θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κʼ ἐμὸν κῆρ
  460. λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.
  461. ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.
  462. ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς
  463. πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους.
  464. καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,
  465. πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆα
  466. ἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,
  467. οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.
  468. ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ,
  469. κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα
  470. πόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.
  471. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
  472. ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  473. ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,
  474. καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·
  475. Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους
  476. ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.
  477. καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,
  478. σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ
  479. ἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.
  480. ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι μᾶλλον,
  481. ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,
  482. κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο
  483. τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι,
  484. ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·
  485. τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,
  486. πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.
  487. αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν
  488. ὦσα παρέξ, ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσα
  489. ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν,
  490. κρατὶ κατανεύων· οἱ δὲ προπεσόντες ἔρεσσον.
  491. ἀλλʼ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν,
  492. καὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμφὶ δʼ ἑταῖροι
  493. μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·
  494. σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα;
  495. ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα
  496. αὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι.
  497. εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε,
  498. σύν κεν ἄραξʼ ἡμέων κεφαλὰς καὶ νήια δοῦρα
  499. μαρμάρῳ ὀκριόεντι βαλών· τόσσον γὰρ ἵησιν.
  500. ὣς φάσαν, ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν,
  501. ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ·
  502. Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων
  503. ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν,
  504. φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι,
  505. υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.
  506. ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·
  507. ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει.
  508. ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε,
  509. Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο
  510. καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν·
  511. ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω,
  512. χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς.
  513. ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην
  514. ἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν·
  515. νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς
  516. ὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ.
  517. ἀλλʼ ἄγε δεῦρʼ, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείω
  518. πομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον·
  519. τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι.
  520. αὐτὸς δʼ, αἴ κʼ ἐθέλῃσʼ, ἰήσεται, οὐδέ τις ἄλλος
  521. οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.
  522. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  523. αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην
  524. εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,
  525. ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων.
  526. ὣς ἐφάμην, ὁ δʼ ἔπειτα Ποσειδάωνι ἄνακτι
  527. εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·
  528. κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα,
  529. εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι,
  530. δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαι
  531. υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.
  532. ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  533. οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν,
  534. ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους,
  535. νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ.
  536. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε κυανοχαίτης.
  537. αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας
  538. ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,
  539. κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο
  540. τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.
  541. ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·
  542. τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.
  543. ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ ἄλλαι
  544. νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι
  545. ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,
  546. νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
  547. ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  548. μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες