Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.
  2. ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,
  3. Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,
  4. Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε
  5. Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο·
  6. ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,
  7. Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
  8. πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.
  9. ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,
  10. Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.
  11. οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.
  12. τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες
  13. καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·
  14. τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·
  15. ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,
  16. τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.
  17. οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·
  18. τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.