Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος,
  2. μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.
  3. ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,
  4. Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,
  5. Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε
  6. Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο·
  7. ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,
  8. Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
  9. πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.
  10. ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,
  11. Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.
  12. οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.
  13. τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες
  14. καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·
  15. τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·
  16. ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,
  17. τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.
  18. οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·
  19. τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
  20. ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·
  21. δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,
  22. πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.
  23. αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,
  24. τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·
  25. δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλον
  26. οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,
  27. μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν
  28. αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης
  29. δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·
  30. οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
  31. ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.
  32. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
  33. Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
  34. αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.
  35. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,
  36. στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·
  37. δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,
  38. εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·
  39. οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,
  40. ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.
  41. ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.
  42. σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη
  43. νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.
  44. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  45. Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;
  46. κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,
  47. ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
  48. νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
  49. ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.
  50. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην·
  51. οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω
  52. ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,
  53. ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,
  54. ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,
  55. φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
  56. κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.
  57. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  58. ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.
  59. οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν
  60. ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.
  61. ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,
  62. ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν
  63. τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει
  64. αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,
  65. ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
  66. ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,
  67. ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,
  68. ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως
  69. οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.
  70. ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν
  71. εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,
  72. ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω
  73. ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.
  74. νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην
  75. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
  76. ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·
  77. θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.
  78. ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον
  79. μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
  80. ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
  81. τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,
  82. βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ
  83. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,
  84. λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων
  85. ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη
  86. ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  87. καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα
  88. ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,
  89. ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·
  90. οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.
  91. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  92. χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.
  93. καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·
  94. τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον
  95. ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
  96. τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
  97. δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,
  98. ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
  99. πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.
  100. ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;
  101. ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
  102. ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων
  103. δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.
  104. τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,
  105. ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
  106. πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·
  107. εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·
  108. πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
  109. ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
  110. ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
  111. οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
  112. δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.
  113. τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,
  114. ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
  115. ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
  116. οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,
  117. οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
  118. τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας
  119. ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων
  120. ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
  121. δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
  122. οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
  123. Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην
  124. κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
  125. ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.
  126. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  127. Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
  128. ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις,
  129. ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,
  130. χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
  131. νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,
  132. ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·
  133. ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ
  134. εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι
  135. δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,
  136. ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν
  137. Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.
  138. οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
  139. ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,
  140. αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε
  141. εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
  142. ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
  143. παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
  144. οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
  145. ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
  146. Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
  147. οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.
  148. ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ
  149. οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.
  150. αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν
  151. δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,
  152. λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.
  153. κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν
  154. Δημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι
  155. πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,
  156. πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς
  157. μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.
  158. αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν
  159. ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης,
  160. ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι
  161. λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν
  162. Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν
  163. Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι.
  164. Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,
  165. βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,
  166. ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
  167. ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν.
  168. αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,
  169. βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο,
  170. ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·
  171. πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
  172. ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο,
  173. οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.
  174. αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
  175. εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
  176. ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
  177. οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,
  178. ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·
  179. βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο
  180. ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.
  181. ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
  182. ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει,
  183. ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  184. δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες·
  185. οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη
  186. οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.
  187. ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
  188. τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ
  189. τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,
  190. οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.
  191. καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.
  192. ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,
  193. αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·
  194. Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.
  195. βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·
  196. ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·
  197. σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν·
  198. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
  199. δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
  200. ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
  201. αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,
  202. οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε
  203. ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
  204. ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
  205. ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι
  206. εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.
  207. οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως
  208. καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω
  209. εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
  210. εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
  211. ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
  212. οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.
  213. ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·
  214. ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης
  215. Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.
  216. θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
  217. ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·
  218. ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
  219. τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.
  220. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  221. οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,
  222. ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα
  223. ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
  224. χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει.
  225. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  226. Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  227. Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,
  228. ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς
  229. εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;
  230. τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης·
  231. αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·
  232. δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,
  233. ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,
  234. αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.
  235. ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.
  236. οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ
  237. Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.
  238. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  239. λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
  240. τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.
  241. τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·
  242. μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·
  243. δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
  244. πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,
  245. εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;
  246. τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
  247. Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
  248. οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.
  249. τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
  250. οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.
  251. ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.
  252. τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,
  253. αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,
  254. ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,
  255. ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.
  256. ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
  257. ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
  258. ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.
  259. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  260. τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
  261. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
  262. Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
  263. μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.
  264. οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
  265. πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
  266. τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
  267. ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς
  268. ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.
  269. αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο,
  270. ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
  271. ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι
  272. ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.
  273. δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·
  274. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  275. ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,
  276. ἠδʼ ἄρʼ ἑτοῖμα τέτυκτο· σέβας μʼ ἔχει εἰσορόωντα.
  277. ὣς φάτο, γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο,
  278. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  279. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
  280. ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.
  281. ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.
  282. δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες
  283. ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός·
  284. τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα
  285. καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.
  286. αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶν
  287. ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.
  288. Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι
  289. καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.
  290. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον,
  291. δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
  292. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
  293. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  294. τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.
  295. δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη
  296. ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
  297. ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.
  298. ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον
  299. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  300. χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται
  301. δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
  302. σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι
  303. δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.
  304. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  305. καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
  306. μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
  307. τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.
  308. ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
  309. δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.
  310. καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·
  311. δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
  312. μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.
  313. τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο,
  314. ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.
  315. δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·
  316. δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, ἥ τις ἀρίστη·
  317. ἐν δʼ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.
  318. ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ,
  319. ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάντα
  320. δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν,
  321. δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.
  322. καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,
  323. χρύσεον, ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντα
  324. σπένδῃ ἐνὶ μεγάρῳ Διί τʼ ἄλλοισίν τε θεοῖσιν.
  325. ὣς ἔφατʼ, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν
  326. ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.
  327. αἱ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,
  328. ἔν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.
  329. γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·
  330. τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν
  331. ἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα,
  332. ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·
  333. ἐν δʼ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,
  334. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  335. αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλον,
  336. μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε
  337. εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.
  338. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,
  339. αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν
  340. ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη·
  341. αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει
  342. ἔς ῥʼ ἀσάμινθον βάνθʼ· ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ
  343. θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,
  344. ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.
  345. τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.
  346. τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  347. ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,
  348. ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας
  349. ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα
  350. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  351. θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,
  352. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  353. χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι γαίῃ
  354. μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις.
  355. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
  356. Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,
  357. οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,
  358. οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·
  359. τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην
  360. αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη.
  361. ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα·
  362. οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον.
  363. κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
  364. Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν
  365. μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.
  366. δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,
  367. νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,
  368. ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή·
  369. κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν,
  370. Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ·
  371. πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
  372. τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας
  373. οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.
  374. ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν
  375. ἥρῳ Δημοδόκῳ· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ.
  376. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  377. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  378. δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·
  379. Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων.
  380. ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων·
  381. λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,
  382. ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί,
  383. ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.
  384. ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον
  385. δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,
  386. ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς
  387. ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν.
  388. αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,
  389. αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,
  390. ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.
  391. ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν,
  392. ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν
  393. βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,
  394. Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα
  395. ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·
  396. αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.
  397. ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον
  398. ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,
  399. ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,
  400. ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,
  401. ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,
  402. τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·
  403. αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ
  404. δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι
  405. Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
  406. ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν
  407. ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.
  408. ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,
  409. αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο
  410. βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.
  411. κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα
  412. νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.
  413. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  414. τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.
  415. ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,
  416. ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,
  417. ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·
  418. ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα
  419. ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε
  420. κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους
  421. εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·
  422. τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·
  423. ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.
  424. ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
  425. Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,
  426. ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
  427. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  428. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  429. Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·
  430. οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.
  431. ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,
  432. ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο
  433. ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.
  434. ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,
  435. ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·
  436. εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,
  437. πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.
  438. ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται
  439. ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.
  440. τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν
  441. ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.
  442. εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε
  443. ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.
  444. οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,
  445. οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,
  446. ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.
  447. εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,
  448. ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·
  449. οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,
  450. οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·
  451. ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,
  452. καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς
  453. ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν
  454. ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν
  455. οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.
  456. ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα
  457. Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
  458. ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
  459. φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα
  460. ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ
  461. ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
  462. ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν
  463. ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·
  464. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  465. ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας
  466. ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας,
  467. ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  468. οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
  469. εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ
  470. Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.
  471. τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον
  472. ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.
  473. ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ
  474. ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα
  475. κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν;
  476. ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,
  477. ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων
  478. γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.
  1. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  2. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  3. ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
  4. τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
  5. οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι
  6. ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,
  7. δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ
  8. ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
  9. σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων
  10. οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·
  11. τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
  12. σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα
  13. εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·
  14. τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;
  15. κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.
  16. νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς
  17. εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ
  18. ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.
  19. εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
  20. ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.
  21. ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ
  22. Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι
  23. πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,
  24. Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
  25. αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται
  26. πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,
  27. τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε
  28. ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.
  29. ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων,
  30. ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·
  31. ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν
  32. Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·
  33. ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.
  34. ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων
  35. γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον