Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.
  2. ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα,
  3. ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι
  4. λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.
  5. ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο
  6. πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.
  7. χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν
  8. ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,
  9. φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.
  10. πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες
  11. αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,
  12. αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν
  13. ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·
  14. καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.
  15. ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν