Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.
  2. χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,
  3. ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·
  4. χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·
  5. σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,
  6. ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.
  7. χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,