Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.
  2. ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
  3. δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.
  4. χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,
  5. ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·
  6. χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·
  7. σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,