Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,
  2. δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς
  3. Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ
  4. ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.
  5. ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
  6. δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.
  7. χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,
  8. ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·
  9. χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·
  10. σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,
  11. ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.
  12. χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,
  13. οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι
  14. δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,
  15. ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.
  16. ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα,