Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
  2. ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  3. οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  4. ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
  5. πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,
  6. ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,
  7. δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς
  8. Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ
  9. ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.