Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ
  2. γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,
  3. τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·
  4. Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν
  5. Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν·
  6. ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
  7. ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.
  8. καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ Ἀθήνη
  9. πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι,
  10. μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας
  11. κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.
  12. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,
  13. ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,
  14. παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.
  15. στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·
  16. ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο
  17. Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;
  18. καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω
  19. τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα
  20. ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
  21. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  22. τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,
  23. δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.
  24. ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,
  25. μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.
  26. οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται,
  27. οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.
  28. νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι
  29. λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων·
  30. τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.
  31. ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
  32. καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
  33. τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
  34. ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη
  35. εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν
  36. θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.
  37. θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας
  38. αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ
  39. ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.
  40. ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο,
  41. τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη·
  42. οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις
  43. πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας
  44. δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ
  45. τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων
  46. ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.
  47. δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·
  48. Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων
  49. τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.
  50. Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων
  51. γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,
  52. ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,
  53. ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.
  54. ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·
  55. τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα
  56. Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·
  57. Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.
  58. τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων
  59. νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα
  60. Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,
  61. καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,
  62. ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.
  63. ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν
  64. ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο
  65. καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες
  66. δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.
  67. οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·
  68. ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.
  69. εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
  70. ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  71. οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  72. ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
  73. πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,
  74. ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,
  75. δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς
  76. Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ
  77. ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.
  78. ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
  79. δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.
  80. χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,
  81. ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·
  82. χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·
  83. σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,
  84. ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.
  85. χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,
  86. οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι
  87. δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,
  88. ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.
  89. ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα,
  90. ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι
  91. λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.
  92. ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο
  93. πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.
  94. χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν
  95. ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,
  96. φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.
  97. πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες
  98. αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,
  99. αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν