ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδαΝαυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλωννυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόνταἈρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστινἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιοκαὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντεςδειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.