Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,
  2. ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.
  3. ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·
  4. τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα
  5. Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·
  6. Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.
  7. τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων
  8. νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα
  9. Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,
  10. καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,
  11. ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.
  12. ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν
  13. ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο
  14. καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες
  15. δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.
  16. οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·
  17. ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.
  18. εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
  19. ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  20. οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  21. ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
  22. πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,
  23. ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,
  24. δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς
  25. Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ
  26. ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.
  27. ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
  28. δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.
  29. χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,
  30. ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·
  31. χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·
  32. σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,
  33. ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.
  34. χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,
  35. οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι
  36. δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,
  37. ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.
  38. ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα,
  39. ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι
  40. λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.
  41. ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο
  42. πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.
  43. χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν
  44. ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,
  45. φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.
  46. πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες
  47. αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,
  48. αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν
  49. ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·
  50. καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.
  51. ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν
  52. νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες
  53. ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη
  54. ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.
  55. ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων
  56. τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.
  57. ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,
  58. ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
  59. συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.
  60. τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει
  61. χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ
  62. Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.
  63. ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ,
  64. αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.
  65. ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,
  66. τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ
  67. τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν,
  68. ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν
  69. ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν.
  70. ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον
  71. παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·
  72. ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα
  73. σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι
  74. πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.
  75. τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.
  76. ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.
  77. αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
  78. καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.
  79. εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας
  80. σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,
  81. ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.
  82. αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς
  83. πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,
  84. ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.
  85. ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,
  86. καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.
  87. οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·
  88. θαύμαζον δʼ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς·
  89. Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,
  90. σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας
  91. τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν
  92. ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος
  93. κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν·
  94. αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι
  95. θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.
  96. ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν
  97. πὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  98. ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,
  99. ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν
  100. καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·
  101. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
  102. Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,
  103. ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν,
  104. οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.
  105. ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου
  106. εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον
  107. οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ
  108. σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·
  109. δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.
  110. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο,
  111. χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
  112. ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,
  113. υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,
  114. ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.
  115. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  116. καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
  117. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  118. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  119. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  120. αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.
  121. καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
  122. Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
  123. πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ
  124. σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
  125. ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
  126. νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
  127. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός,
  128. τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
  129. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες
  130. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  131. νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες·
  132. ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες
  133. ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν
  134. ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς
  135. μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης
  136. πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται
  137. χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,
  138. μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,
  139. πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειτα
  140. πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι
  141. γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.
  142. εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,
  143. ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.
  144. αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς
  145. ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,
  146. δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.