τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθωνγείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδαΝαυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλωννυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόνταἈρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστινἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο