Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ
  2. τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων
  3. ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.
  4. δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·
  5. Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων
  6. τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.
  7. Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων
  8. γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,
  9. ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,
  10. ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.
  11. ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·
  12. τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα
  13. Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·
  14. Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.
  15. τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων
  16. νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα
  17. Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,
  18. καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,
  19. ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.
  20. ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν
  21. ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο
  22. καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες
  23. δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.
  24. οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·
  25. ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.
  26. εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
  27. ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  28. οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  29. ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
  30. πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,
  31. ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,
  32. δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς
  33. Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ
  34. ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.
  35. ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
  36. δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.
  37. χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,
  38. ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·
  39. χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·
  40. σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,
  41. ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.
  42. χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,
  43. οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι
  44. δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,
  45. ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.
  46. ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα,
  47. ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι