Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ
  2. ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.
  3. ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο,
  4. τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη·
  5. οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις
  6. πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας
  7. δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ
  8. τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων
  9. ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.
  10. δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·
  11. Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων
  12. τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.
  13. Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων
  14. γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,
  15. ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,
  16. ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.
  17. ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·
  18. τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα
  19. Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·
  20. Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.
  21. τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων
  22. νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα
  23. Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,
  24. καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,
  25. ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.
  26. ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν