Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς
- ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης
- ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.
- αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ
- γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,
- τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·
- Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν
- Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν·
- ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
- ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.
- καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ Ἀθήνη
- πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι,
- μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας
- κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.
- ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,
- ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,
- παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.
- στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·
- ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο
- Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;
- καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω
- τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα
- ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
- τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
- τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,
- δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.
- ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,
- μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.
- οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται,
- οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.