Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
  2. τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
  3. ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη
  4. εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν
  5. θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.
  6. θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας
  7. αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ
  8. ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.