Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων·
  2. τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.
  3. ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
  4. καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
  5. τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
  6. ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη
  7. εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν
  8. θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.