Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
- ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·
- ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.
- ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
- ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
- τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ·
- Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,
- πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,
- ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.
- τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο
- Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.
- ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι
- πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη
- εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,
- νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,
- καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·
- δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
- εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,
- ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα
- πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.
- ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
- καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι
- ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες
- υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη
- θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις
- καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,
- ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο
- δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους
- πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος.
- αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
- τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
- κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
- ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
- ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ,
- ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων·
- πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.
- ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.
- οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται,
- ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.
- ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν
- πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα
- κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.
- δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ
- ἔκβητʼ· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα
- ἡμέτερόνδʼ ἐλθόντες· ἐγὼ δʼ ἐὺ πᾶσι παρέξω.
- κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι
- σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ
- ἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,
- μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν
- Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν